Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 1

 
καὶ πόλος ἐσμαράγησεν· ἀμειβομένη δὲ καὶ αὐτὴ 240
 
οὐρανὸν ἑπτάζωνον ἰσηρίθμων ἀπὸ λαιμῶν
 
πληιάδων ἀλάλαζε βοὴν ἑπτάστομος ἠχώ,
 
καὶ καναχὴν ἰσόμετρον ἐπεγδούπησαν ἀλῆται.
 
σμερδαλέην δὲ Γίγαντος ἰδὼν ὀφιώδεα μορφὴν
 
αἰγλήεις Ὀφιοῦχος ἀλεξικάκων ἀπὸ χειρῶν 245
 
γλαυκὰ πυριτρεφέων ἀπεσείσατο νῶτα δρακόντων,
 
στικτὸν ἀκοντίζων σκολιὸν βέλος, ἀμφὶ δὲ πυρσῷ
 
λαίλαπες ἐρροίζησαν, ἐτοξεύοντο δὲ λοξοὶ
 
ἠέρα βακχεύοντες ἐχιδνήεντες ὀιστοί·
 
καὶ θρασὺς ἰχθυόεντος ὁμόδρομος Αἰγοκερῆος 250
 
Τοξευτὴρ βέλος ἧκεν· ἁμαξαίῳ δʼ ἐνὶ κύκλῳ
 
μεσσοφανὴς διδύμῃσι Δράκων μεμερισμένος Ἄρκτοις
 
αἰθερίης ἐλέλιξε σελασφόρον ὁλκὸν ἀκάνθης·
 
γείτων δʼ Ἠριγόνης ἐλατὴρ ὁμόφοιτος Ἁμάξης
 
πήχεϊ μαρμαίροντι καλαύροπα πάλλε Βοώτης· 255
 
γούνατι δʼ Εἰδώλοιο καὶ ἀγχιπόρῳ παρὰ Κύκνῳ
 
φόρμιγξ ἀστερόεσσα Διὸς μαντεύσατο νίκην.
 
Κωρυκίου δὲ κάρηνα λαβὼν ἐτίναξε Τυφωεύς,
 
καὶ Κίλικος ποταμοῖο ῥόον ναετῆρα πιέζων
 
Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ· 260
 
καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
 
εἰς σκοπέλους μετένασσε, μετʼ αἰθέρα πόντον ἱμάσσων·
 
νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
 
φαίνετο γυμνωθεῖσα διʼ ὕδατος ἄβροχος ὀσφύς,
 
καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ· 265
 
νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
 
Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
 
ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
 
ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
 
βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ 270
 
θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
 
φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
 
πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·
 
πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,
 
γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης 275
 
ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
 
καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·
 
καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
 
πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme