Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 1

 
ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω 40
 
Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
 
ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
 
δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,
 
γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
 
ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου. 45
 
Σιδονίης ποτὲ ταῦρος ἐπʼ ᾐόνος ὑψίκερως Ζεὺς
 
ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
 
καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
 
κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,
 
βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς 50
 
κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,
 
δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
 
Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
 
πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
 
ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη 55
 
δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
 
ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
 
ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου
 
ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην·
 
καὶ πλόον εἰλιπόδην ἐπεθάμβεε κυανοχαίτης, 60
 
τρίτων δʼ ἠπεροπῆα Διὸς μυκηθμὸν ἀκούων
 
ἀντίτυπον Κρονίωνι μέλος μυκήσατο κόχλῳ
 
ἀείδων ὑμέναιον· ἀειρομένην δὲ γυναῖκα
 
θαῦμα φόβῳ κεράσας ἐπεδείκνυε Δωρίδι Νηρεύς,
 
ξεῖνον ἰδὼν πλωτῆρα κερασφόρον· ἀκροβαφῆ δὲ 65
 
ὁλκάδα ταῦρον ἔχουσα βοοστόλος ἔπλεε νύμφη,
 
καὶ διερῆς τρομέουσα μετάρσιον ἅλμα πορείης
 
πηδάλιον κέρας ἔσχε, καὶ Ἵμερος ἔπλετο ναύτης.
 
καὶ δολόεις Βορέης γαμίῃ δεδονημένον αὔρῃ
 
φᾶρος ὅλον κόλπωσε δυσίμερος, ἀμφοτέρῳ δὲ 70
 
ζῆλον ὑποκλέπτων ἐπεσύρισεν ὄμφακι μαζῷ.
 
ὡς δʼ ὅτε Νηρεΐδων τις, ὑπερκύψασα θαλάσσης,
 
ἑζομένη δελφῖνι χυτὴν ἀνέκοπτε γαλήνην,
 
καί οἱ ἀειρομένης ἐλελίζετο μυδαλέη χεὶρ
 
νηχομένης μίμημα, φέρων δέ μιν ἄβροχον ἅλμης 75
 
ἡμιφανὴς πεφόρητο διʼ ὕδατος ὑγρὸς ὁδίτης,
 
κυρτώσας ἑὰ νῶτα, διερπύζουσα δὲ πόντου
 
δίπτυχος ἄκρα κέλευθα κατέγραφεν ἰχθύος οὐρή·
 
ὣς ὅ γε νῶτον ἄειρε· τιταινομένοιο δὲ ταύρου

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme