Thesauros Literature Epic Διονυσιακά

Διονυσιακά

Διονυσιακά Nonnus of Panopolis

Book 1

 
φαίνεται, ἑσπερίην δέ θοώτερος ἄντυγα βαίνων 360
 
σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.
 
ὣς ὁ μὲν ἐστήρικτο κατʼ οὐρανόν. οὐ δὲ Τυφωεὺς
 
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ
 
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας
 
φοιταλέῳ μαστῆρι διʼ οὔρεος ἤντετο Κάδμῳ 365
 
πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
 
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
 
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
 
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
 
πλέξας δʼ ἐκ καλάμων καλύβην, ἑλικώδεϊ δεσμῷ 370
 
πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ
 
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
 
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
 
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
 
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου. 375
 
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
 
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·
 
Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
 
δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
 
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς 380
 
αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
 
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
 
δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
 
ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
 
δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν 385
 
ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
 
ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
 
εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
 
ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
 
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω, 390
 
μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
 
μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
 
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
 
κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
 
θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων 395
 
δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
 
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
 
καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
 
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme