Thesauros Literature Epic Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Books
Book 1

Book 1

 
τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
 
λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
 
πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
 
ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
 
ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ, 325
 
καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
 
ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
 
οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ
 
σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
 
εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς 330
 
κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
 
χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
 
ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
 
Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
 
εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων. 335
 
αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
 
ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
 
πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
 
σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
 
Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι, 340
 
νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
 
μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
 
ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
 
ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
 
αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης 345
 
λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
 
καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
 
χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
 
γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
 
ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή, 350
 
καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
 
οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
 
χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
 
κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
 
γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι· 355
 
ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ
 
ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
 
κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
 
ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας
 
ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme