Thesauros Literature Epic Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Books
Book 1

Book 1

 
αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
 
μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
 
ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
 
ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε
 
τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν. 285
 
αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
 
οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
 
ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
 
ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
 
οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν. 290
 
τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
 
ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.
 
ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
 
αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
 
ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός· 295
 
εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
 
Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
 
εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
 
φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.
 
ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες 300
 
ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
 
ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
 
δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
 
ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
 
ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις 305
 
δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
 
εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
 
ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
 
αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
 
σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη 310
 
ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ
 
πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
 
οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
 
ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
 
ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον. 315
 
ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
 
ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
 
γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
 
δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν
 
τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν· 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme