Thesauros Literature Epic Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Books
Book 1

Book 1

 
ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
 
σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ
 
ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
 
οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
 
εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι, 85
 
οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.
 
οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
 
μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης
 
ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
 
κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν, 90
 
ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
 
ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
 
ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
 
εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
 
ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων 95
 
ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
 
καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
 
κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
 
αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
 
κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ 100
 
ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
 
μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
 
ὣς ὁ μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
 
εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
 
εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης. 105
 
ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
 
πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.
 
οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
 
λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
 
ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν. 110
 
ἡ δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
 
συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
 
ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
 
αὐτὰρ ὁ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
 
πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς 115
 
ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
 
ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
 
δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
 
ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
 
ὦ φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme