Thesauros Literature Epic Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου

Ἅλωσις Ἰλίου Tryphiodorus
Books
Book 1

Book 1

 
αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
 
σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
 
Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
 
ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
 
ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν. 565
 
ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη
 
αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ
 
Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα
 
παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
 
ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων 570
 
ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
 
πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
 
πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
 
τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
 
κτεῖνον ἐφεστηῶτες, ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας 575
 
τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
 
καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
 
ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·
 
νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
 
ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος 580
 
μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
 
καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
 
ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
 
κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων
 
ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες 585
 
ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.
 
πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
 
μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
 
ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
 
παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες, 590
 
πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
 
οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
 
ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
 
πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον
 
ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν. 595
 
οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
 
σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
 
οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς
 
ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
 
οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme