Book 1
οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης
δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
525
οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ
ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες
ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ
Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν
530
ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,
αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
535
κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι
νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·
ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας
540
χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει
Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ
πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ
ἔζεονom. F; ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες
545
σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι
αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
550
μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
555
πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο
560