Book 1
εἶχεν ἐπικρατέως· ὁ δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
485
καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα
Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ
μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·
490
δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
495
σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
500
αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
505
ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
Ζεὺς ταμίης πολέμοιο, μόγις μόλις δʼ ἐλέλιξεν Ἀχαιούς·
χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.
αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
510
ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
515
οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
520