Book 1
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
325
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα·
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο·
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
Κύκνον τʼ ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν·
330
εὖτʼ ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
τὸν μὲν ἔπειτʼ αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθʼ οὐτάμεν ὀξέι χαλκῷ·
335
ἂψ δʼ ἀναχάσσασθαι· ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
οὔθʼ ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων,
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
340
σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα.
τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
345
Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
Κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
350
ἀνδράσιν, οἵ τε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
ἐς Κήυκα ἄνακτα· ὃ γὰρ δυνάμι τε καὶ αἰδοῖ
Τρηχῖνος προβέβηκε, σὺ δʼ εὖ μάλα οἶσθα καὶ αὐτός·
355
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
ὦ πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
ἤδη μέν τέ ἕ φημι καὶ ἄλλοτε πειρηθῆναι
ἔγχεος ἡμετέρου, ὅθʼ ὑπὲρ Πύλου ἠμαθόεντος
360
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.