Thesauros Literature Epic Shield of Heracles

Shield of Heracles

Shield of Heracles Hesiod
Books
Book 1

Book 1

 
ἐν δʼ ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
 
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων,
 
οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν·
 
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
 
Ἀμφιτρυωνιάδης, τὰ δʼ ἐδαίετο θαυματὰ ἔργα. 165
 
στίγματα δʼ ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν·
 
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
 
ἐν δὲ συῶν ἀγέλαι χλούνων· ἔσαν ἠδὲ λεόντων
 
ἐς σφέας δερκομένων, κοτεόντων θʼ ἱεμένων τε.
 
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν· οὐδέ νυ τώ γε 170
 
οὐδέτεροι τρεέτην· φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
 
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
 
δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
 
αἷμʼ ἀπελείβετʼ ἔραζʼ· οἳ δʼ αὐχένας ἐξεριπόντες
 
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν. 175
 
τοὶ δʼ ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
 
ἀμφότεροι, χλοῦναί τε σύες χαροποί τε λέοντες.
 
ἐν δʼ ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
 
Καινέα τʼ ἀμφὶ ἄνακτα Δρύαντά τε Πειρίθοόν τε
 
Ὁπλέα τʼ Ἐξάδιόν τε Φάληρόν τε Πρόλοχόν τε 180
 
Μόψον τʼ Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
 
Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·
 
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχεʼ ἔχοντες.
 
Κένταυροι δʼ ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
 
ἀμφὶ μέγαν Πετραῖον ἰδʼ Ἄσβολον οἰωνιστὴν 185
 
Ἄρκτον τʼ Οὔρειόν τε μελαγχαίτην τε Μίμαντα
 
καὶ δύο Πευκεΐδας, Περιμήδεά τε Δρύαλόν τε,
 
ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
 
καί τε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
 
ἔγχεσιν ἠδʼ ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο. 190
 
ἐν δʼ Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
 
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
 
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
 
αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
 
δίφρου ἐπεμβεβαώς· παρὰ δὲ Δεῖμός τε Φόβος τε 195
 
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
 
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
 
τῇ ἰκέλη ὡς εἴ τε μάχην ἐθέλουσα κορύσσειν,
 
ἔγχος ἔχουσʼ ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
 
αἰγίδα τʼ ἀμφʼ ὤμοις· ἐπὶ δʼ ᾤχετο φύλοπιν αἰνήν. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme