Book 1
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν·
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
125
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότʼ ἔμελλε
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
θήκατο δʼ ἀμφʼ ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
δεινὸς ἀνήρ· κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
καββάλετʼ ἐξόπιθεν· πολλοὶ δʼ ἔντοσθεν ὀιστοὶ
130
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
πρόσθεν μὲν θάνατόν τʼ εἶχον καὶ δάκρυσι μῦρον,
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
εἵλετο δʼ ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
135
κρατὶ δʼ ἔπʼ ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
ἥτʼ εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐδέ τις αὐτὸ
οὔτʼ ἔρρηξε βαλὼν οὔτʼ ἔθλασε, θαῦμα ἰδέσθαι.
140
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷ τʼ ἐλέφαντι
ἠλέκτρῳ θʼ ὑπολαμπὲς ἔην χρυσῷ τε φαεινῷ
λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
ἐν μέσσῳ δʼ ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς·
145
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
σχετλίη, ἥ ῥα νόον τε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
150
τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
ἐν δὲ Προΐωξίς τε Παλίωξίς τε τέτυκτο,
ἐν δʼ Ὅμαδός τε Φόβος τʼ Ἀνδροκτασίη τε δεδήει,
155
ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δʼ ὀλοὴ Κὴρ
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
εἷμα δʼ ἔχʼ ἄμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
δεινὸν δερκομένη καναχῇσί τε βεβρυχυῖα.
160