Thesauros Literature Epic Shield of Heracles

Shield of Heracles

Shield of Heracles Hesiod
Books
Book 1

Book 1

 
ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
 
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
 
ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
 
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
 
ἣ δίκη ἔσθʼ ἱκέτῃσι, τίον δέ ἑ κηρόθι μᾶλλον. 85
 
ζῶε δʼ ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
 
ᾗ ἀλόχῳ· τάχα δʼ ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
 
γεινόμεθʼ οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
 
σός τε πατὴρ καὶ ἐγώ· τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
 
ὃς προλιπὼν σφέτερον τε δόμον σφετέρους τε τοκῆας 90
 
ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
 
σχέτλιος· ἦ που πολλὰ μετεστεναχίζετʼ ὀπίσσω
 
ἣν ἄτην ὀχέων· ἣ δʼ οὐ παλινάγρετός ἐστιν.
 
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
 
ὦ φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχʼ ἡνία φοινικόεντα 95
 
ἵππων ὠκυπόδων· μέγα δὲ φρεσὶ θάρσος ἀέξων
 
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
 
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
 
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
 
Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· 100
 
ἦ μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
 
τὸν δʼ αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος·
 
ἠθεῖʼ, ἦ μάλα δή τι πατὴρ ἀνδρῶν τε θεῶν τε
 
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
 
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταί τε πόληα· 105
 
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόν τε μέγαν τε
 
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
 
ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα
 
δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε
 
μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν 110
 
οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
 
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
 
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
 
φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.
 
ὣς φάτο· μείδησεν δὲ βίη Ἡρακληείη 115
 
θυμῷ γηθήσας· μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν·
 
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
 
ἥρως ὦ Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
 
ὑσμίνη τρηχεῖα· σὺ δʼ ὡς πάρος ἦσθα δαΐφρων,
 
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme