Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
 
ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·
 
ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη
 
γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι 280
 
γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·
 
ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
 
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
 
τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·
 
ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. 285
 
σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
 
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
 
ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·
 
τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
 
ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν 290
 
καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,
 
ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
 
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ
 
φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·
 
ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· 295
 
ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων
 
ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.
 
ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
 
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς
 
ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ 300
 
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·
 
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
 
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
 
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
 
οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ 305
 
ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,
 
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
 
ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·
 
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
 
ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.
 
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
 
πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
 
δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
 
εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν 315
 
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
 
αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme