Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,
 
τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
 
ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,
 
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
 
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο. 165
 
ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
 
τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας
 
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
 
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες 170
 
ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,
 
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
 
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
 
τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.
 
τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
 
τοῖσι δʼ ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
 
Πέμπτον δʼ αὖτις ἔτʼ ἄλλο γένος θῆκʼ εὐρύοπα Ζεὺς
 
ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
 
μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
 
ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. 175
 
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ
 
παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ
 
φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·
 
ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
 
Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, 180
 
εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
 
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,
 
οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
 
οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
 
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· 185
 
μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
 
σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε
 
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
 
χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.
 
οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου 190
 
οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
 
ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς
 
οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα
 
μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.
 
ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι 195
 
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme