Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες
 
δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.
 
αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
 
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
 
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς 85
 
ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
 
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν
 
ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
 
αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.
 
Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων 90
 
νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
 
νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν.
 
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
 
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα
 
ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά. 95
 
μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
 
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
 
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
 
αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
 
ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται· 100
 
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα·
 
νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ
 
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
 
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
 
οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι. 105
 
εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
 
εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
 
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι.
 
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
 
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες. 110
 
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν·
 
ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
 
νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν
 
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
 
τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· 115
 
θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα
 
τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα
 
αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ
 
ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
 
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν. 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme