Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
 
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
 
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. 720
 
εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.
 
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
 
ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.
 
μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
 
χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν· 725
 
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.
 
μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·
 
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·
 
μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
 
μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· 730
 
ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
 
ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
 
μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
 
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.
 
μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα 735
 
σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.
 
μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
 
ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
 
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
 
ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος, 740
 
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
 
μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
 
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
 
μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
 
πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται. 745
 
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
 
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
 
μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
 
ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
 
μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, 750
 
παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,
 
μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.
 
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
 
ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ
 
ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας 755
 
μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
 
μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme