Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·
 
νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
 
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. 640
 
τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι
 
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
 
νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.
 
μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος
 
ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. 645
 
εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
 
βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
 
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
 
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
 
οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον, 650
 
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ
 
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
 
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
 
ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
 
Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ 655
 
ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι
 
ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.
 
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,
 
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
 
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· 660
 
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·
 
Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
 
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
 
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
 
ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα 665
 
καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,
 
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
 
ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·
 
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.
 
τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων· 670
 
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
 
ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,
 
σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·
 
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον
 
καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, 675
 
ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
 
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme