Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,
 
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
 
μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ 600
 
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
 
θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
 
δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·
 
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
 
μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται. 605
 
χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
 
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
 
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
 
εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
 
οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, 610
 
ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·
 
δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,
 
πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι
 
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
 
Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος 615
 
δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι
 
ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
 
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
 
εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
 
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, 620
 
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·
 
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
 
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
 
νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι
 
πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, 625
 
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
 
ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
 
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·
 
πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
 
αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· 630
 
καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον
 
ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,
 
ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
 
πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·
 
ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, 635
 
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·
 
οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme