Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.
 
τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη
 
ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. 560
 
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
 
ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις
 
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
 
εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
 
χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ 565
 
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
 
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
 
τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
 
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
 
τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. 570
 
ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
 
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·
 
ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·
 
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον
 
ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει. 575
 
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
 
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
 
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
 
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
 
ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου 580
 
ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
 
ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ
 
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν
 
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
 
τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, 585
 
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
 
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
 
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη
 
εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,
 
μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, 590
 
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
 
πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,
 
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
 
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
 
κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, 595
 
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
 
δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme