Thesauros Literature Epic Works and Days

Works and Days

Works and Days Hesiod
Books
Book 1

Book 1

 
ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.
 
οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
 
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. 440
 
τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
 
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
 
ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,
 
μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ
 
θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων 445
 
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
 
κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.
 
φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς
 
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·
 
ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην 450
 
δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·
 
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·
 
ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·
 
ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.
 
φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, 455
 
νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,
 
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
 
εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,
 
δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς
 
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην, 460
 
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
 
ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.
 
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·
 
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
 
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, 465
 
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
 
ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης
 
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
 
ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε
 
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη 470
 
σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη
 
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
 
ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
 
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
 
ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα 475
 
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
 
εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme