Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,
 
αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε
 
καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν
 
ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
 
καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο 5
 
ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
 
ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
 
καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.
 
ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
 
ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, 10
 
ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην
 
Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
 
κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
 
Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
 
ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, 15
 
καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην
 
Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην
 
Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην
 
Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
 
Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν 20
 
ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
 
αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
 
ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.
 
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
 
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· 25
 
ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
 
ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
 
ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
 
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
 
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον 30
 
δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν
 
θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.
 
καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
 
σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
 
ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; 35
 
τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
 
ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
 
εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,
 
φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ
 
ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς 40
1 / 27 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme