Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
 
κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
 
Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε
 
Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε
 
Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα 245
 
Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς
 
καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
 
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
 
Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
 
Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια 250
 
Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
 
Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ
 
πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
 
ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
 
Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη 255
 
Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια
 
Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια
 
Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
 
Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος
 
καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη 260
 
Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε
 
Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
 
αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
 
κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
 
Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα 265
 
ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν
 
ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε,
 
αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται
 
ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.
 
Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους 270
 
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
 
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι,
 
Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,
 
Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
 
ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι, 275
 
Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.
 
ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ,
 
αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
 
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
 
τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, 280

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme