Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
 
γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.
 
ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
 
μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
 
παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε 205
 
τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
 
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
 
παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·
 
φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
 
ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. 210
 
νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν
 
καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·
 
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
 
οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
 
Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο 215
 
χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.
 
καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
 
Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
 
γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,
 
αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· 220
 
οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
 
πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
 
τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
 
Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα
 
Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. 225
 
αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
 
Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα
 
Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε
 
Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε
 
Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, 230
 
Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
 
πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
 
Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
 
πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
 
οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων 235
 
λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
 
αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
 
Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
 
Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
 
Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme