Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
 
τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·
 
εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·
 
παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε
 
πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην 165
 
ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
 
ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν
 
φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
 
ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·
 
μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι 170
 
ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
 
ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
 
ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·
 
εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν
 
ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. 175
 
ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
 
ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη
 
πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
 
σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
 
μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς 180
 
ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι
 
ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·
 
ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
 
πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν
 
γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, 185
 
τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,
 
Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.
 
μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
 
κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
 
ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς 190
 
ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη
 
ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
 
ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
 
ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
 
ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην 195
 
ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
 
κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ
 
θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·
 
Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·
 
ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme