Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
 
σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
 
δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι
 
θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
 
ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, 45
 
οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
 
δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,
 
ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
 
ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.
 
αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων 50
 
ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
 
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
 
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
 
Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
 
λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. 55
 
ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
 
νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·
 
ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι
 
μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
 
ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ 60
 
μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
 
τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
 
ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.
 
πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν
 
ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι 65
 
μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ
 
ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
 
αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
 
ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα
 
ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει 70
 
νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,
 
αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,
 
κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
 
ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
 
ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι, 75
 
ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
 
Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε
 
Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε
 
Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
 
ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme