Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
 
ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·
 
ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
 
μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο
 
χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς 605
 
ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
 
χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,
 
κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
 
τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
 
ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, 610
 
ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
 
θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
 
ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.
 
οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
 
τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης 615
 
καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
 
Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
 
Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
 
ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
 
καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. 620
 
ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
 
εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
 
δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
 
ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
 
οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, 625
 
Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·
 
αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
 
σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
 
δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες
 
Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, 630
 
ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
 
οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
 
οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
 
οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
 
οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες 635
 
συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·
 
οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ
 
οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
 
ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
 
νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, 640

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme