Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
 
ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
 
οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
 
θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
 
ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο 565
 
κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
 
ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
 
Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
 
ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
 
αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· 570
 
γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
 
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
 
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
 
ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην
 
δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· 575
 
ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,
 
ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.
 
ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
 
τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
 
ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. 580
 
τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
 
κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
 
τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—
 
θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
 
αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. 585
 
ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,
 
κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
 
θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,
 
ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
 
ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, 590
 
τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
 
πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν
 
οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
 
ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
 
κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων— 595
 
αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 
ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,
 
οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
 
ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—
 
ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme