Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
 
δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·
 
καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ
 
ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη
 
νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. 525
 
τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
 
Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν
 
Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
 
οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
 
ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη 530
 
πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
 
ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·
 
καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
 
οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
 
καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι 535
 
Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
 
δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
 
τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ
 
ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
 
τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ 540
 
εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
 
δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·
 
Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,
 
ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
 
ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. 545
 
τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
 
ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·
 
ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
 
τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
 
Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς 550
 
γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ
 
θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
 
χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
 
χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
 
ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. 555
 
ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων
 
καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
 
τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
 
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
 
ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. 560

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme