Thesauros Literature Epic Theogony

Theogony

Theogony Hesiod
Books
Book 1

Book 1

 
παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
 
ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
 
ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
 
φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
 
κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι 405
 
Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
 
ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
 
μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
 
γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
 
ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. 410
 
ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
 
Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
 
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
 
ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς
 
ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. 415
 
καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
 
ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
 
κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ
 
ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
 
καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. 420
 
ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
 
καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
 
οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα,
 
ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
 
ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, 425
 
καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ·
 
οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
 
ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
 
ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν·
 
ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,
 
ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· 430
 
ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
 
ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι
 
νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
 
ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, 435
 
ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν·
 
νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
 
ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
 
ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν.
 
καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, 440

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme