Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
 
ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης
 
Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
 
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
 
ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· 325
 
ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
 
τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
 
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
 
οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
 
ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα 330
 
ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
 
χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
 
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
 
Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·
 
Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, 335
 
ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
 
εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·
 
αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
 
δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, 340
 
ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
 
αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
 
ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
 
οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ
 
Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. 345
 
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
 
λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
 
τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
 
τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·
 
μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· 350
 
δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
 
πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,
 
εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
 
τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·
 
Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας 355
 
οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
 
τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
 
οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
 
ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
 
τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme