Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
 
αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
 
εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
 
ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
 
οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, 285
 
ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·
 
βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
 
ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
 
ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
 
ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, 290
 
ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·
 
οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
 
οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
 
ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. 295
 
τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ
 
τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
 
οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
 
καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
 
ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις, 300
 
αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·
 
Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
 
βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·
 
ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·
 
σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· 305
 
Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
 
δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
 
ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
 
αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,
 
οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε 310
 
ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
 
ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
 
ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
 
εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
 
οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως 315
 
καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω
 
εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
 
εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
 
ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
 
οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος. 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme