Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·
 
τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον
 
ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
 
τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
 
δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, 205
 
ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
 
πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.
 
ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;
 
ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
 
ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων 210
 
δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.
 
τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,
 
ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
 
πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·
 
εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· 215
 
πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
 
ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
 
ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
 
οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
 
δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. 220
 
τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
 
ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
 
ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
 
οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,
 
οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. 225
 
τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας
 
ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων
 
ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
 
δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
 
οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ 230
 
Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην
 
κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
 
ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
 
Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· 235
 
ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,
 
ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
 
χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
 
νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
 
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· 240

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme