Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες
 
καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·
 
τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·
 
ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
 
τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο. 125
 
οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·
 
τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
 
ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·
 
δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
 
πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. 130
 
αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,
 
τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·
 
δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον
 
οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
 
μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν 135
 
αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης
 
δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·
 
οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
 
ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
 
τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· 140
 
Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
 
αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
 
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
 
στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·
 
δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, 145
 
εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·
 
οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,
 
ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
 
ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.
 
σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη 150
 
νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
 
κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
 
ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, 155
 
νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
 
ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
 
τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·
 
οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
 
ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme