Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν
 
ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν
 
οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.
 
ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
 
Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι 565
 
ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
 
φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
 
ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
 
ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
 
ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν 570
 
ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·
 
ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
 
ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
 
ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,
 
ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, 575
 
οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
 
εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
 
Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.
 
τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον
 
ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. 580
 
ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
 
ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
 
κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;
 
ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
 
ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων 585
 
γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
← Previous 15 / 15

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme