Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 8

 
οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
 
ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
 
ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
 
οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, 485
 
δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·
 
Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
 
ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·
 
λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
 
ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, 490
 
ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
 
ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
 
δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
 
ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
 
ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. 495
 
αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
 
αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
 
ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
 
ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,
 
ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν 500
 
βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
 
Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα
 
ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·
 
αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
 
ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον 505
 
ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,
 
ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
 
ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,
 
ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
 
τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· 510
 
αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
 
δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι
 
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
 
ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
 
ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. 515
 
ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
 
αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
 
βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
 
κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
 
νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme