Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 7

 
ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
 
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
 
ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
 
ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
 
ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα 285
 
ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
 
ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
 
εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
 
δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
 
ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς 290
 
παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
 
τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
 
ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
 
ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
 
ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον 295
 
καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
 
ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
 
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
 
ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
 
παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν 300
 
ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
 
ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
 
ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
 
ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, 305
 
μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
 
δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
 
τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
 
ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
 
μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα. 310
 
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
 
τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
 
παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
 
αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
 
εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει 315
 
Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
 
πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
 
αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
 
λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
 
πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme