Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 4

 
κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
 
ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
 
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
 
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
 
καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. 85
 
τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
 
ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
 
τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
 
ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
 
ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων 90
 
ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
 
λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
 
ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
 
καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
 
εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον 95
 
εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
 
ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
 
ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
 
Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
 
ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων 100
 
πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
 
ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
 
παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
 
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
 
ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν 105
 
μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
 
ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
 
αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
 
κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
 
ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν 110
 
Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
 
Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
 
ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
 
δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
 
χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν 115
 
ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
 
μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
 
ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
 
ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
 
ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme