Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 4

 
σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
 
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
 
ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
 
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
 
τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· 565
 
οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,
 
ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
 
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
 
οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
 
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. 570
 
αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν
 
ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
 
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
 
δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,
 
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. 575
 
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
 
νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
 
ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
 
ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·
 
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. 580
 
ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
 
στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
 
αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
 
χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
 
ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον 585
 
ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
 
ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
 
ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·
 
καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
 
τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα 590
 
δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
 
ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
 
Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
 
καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην 595
 
ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·
 
αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
 
τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
 
ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
 
δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· 600

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme