Book 4
τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
405
πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν
εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους
τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
410
φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·
αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,
415
αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν
ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,
420
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
425
αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,
ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
430
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους
τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
435
τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
440