Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 3

 
ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
 
αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
 
ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
 
εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
 
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται 325
 
ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
 
λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
 
ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
 
ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
 
τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη· 330
 
ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
 
ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
 
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
 
σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
 
ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν· 335
 
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
 
ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
 
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
 
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
 
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι· 340
 
γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
 
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
 
δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
 
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
 
Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν· 345
 
Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
 
ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
 
ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
 
ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
 
οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. 350
 
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
 
οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
 
νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
 
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
 
ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται. 355
 
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
 
εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
 
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
 
ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
 
σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν 360

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme