Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 24

 
Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
 
μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
 
σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
 
ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
 
μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα· 125
 
ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
 
ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
 
ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
 
στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
 
λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· 130
 
κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
 
μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
 
ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
 
Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
 
μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, 135
 
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
 
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
 
ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
 
ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
 
νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. 140
 
ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
 
ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
 
μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
 
καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
 
καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. 145
 
ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
 
εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
 
πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
 
καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
 
ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης. 150
 
ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
 
ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
 
τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
 
ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
 
ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε. 155
 
τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
 
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
 
σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
 
οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
 
ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν, 160

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme