Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 24

 
ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
 
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
 
ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
 
ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
 
ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων 485
 
ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
 
ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
 
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
 
οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
 
τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· 490
 
ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
 
ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
 
στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
 
αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
 
οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. 495
 
ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
 
τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
 
ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
 
καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
 
αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, 500
 
ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
 
τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
 
Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
 
τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
 
αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· 505
 
Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
 
ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
 
μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
 
ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
 
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· 510
 
ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
 
οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
 
ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
 
τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
 
υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν. 515
 
τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
 
ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
 
εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
 
αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
 
ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη 520

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme