Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 23

 
αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
 
ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
 
εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
 
ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε. 365
 
ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
 
ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
 
πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
 
οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
 
ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς. 370
 
ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
 
νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme