Book 22
μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
245
τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
250
τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
255
ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
260
τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
265
ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
270
τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
275
ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ
λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
280