Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 22

 
σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
 
ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
 
ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
 
φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
 
κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε 85
 
καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
 
θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
 
λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
 
Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
 
ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, 90
 
εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
 
Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
 
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
 
δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
 
Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος 95
 
αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
 
ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
 
φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
 
βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
 
ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· 100
 
ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε
 
καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν
 
αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ
 
καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.
 
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 105
 
οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,
 
μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.
 
ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
 
βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.
 
ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ 110
 
καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·
 
βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
 
αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·
 
ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,
 
ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. 115
 
αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.
 
τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ
 
βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
 
αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,
 
τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme