Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 21

 
ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
 
χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
 
ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
 
ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, 285
 
δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
 
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
 
ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
 
οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
 
δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις 290
 
μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
 
ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
 
οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
 
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
 
οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, 295
 
ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
 
ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
 
μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
 
ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
 
ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ 300
 
ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
 
ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
 
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
 
οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
 
ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον 305
 
ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
 
ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
 
εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
 
πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
 
πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. 310
 
τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
 
Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
 
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
 
ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
 
ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, 315
 
οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
 
οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
 
μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
 
ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
 
τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme