Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 21

 
μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
 
γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
 
ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
 
κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
 
αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, 165
 
ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
 
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
 
δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
 
εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει 170
 
θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
 
οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
 
οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
 
ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
 
ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· 175
 
ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
 
πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
 
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
 
ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
 
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. 180
 
ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
 
πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
 
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
 
τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
 
ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. 185
 
Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
 
ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
 
τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
 
βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
 
ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. 190
 
ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
 
φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
 
βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
 
ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
 
ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι 195
 
ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
 
ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
 
εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
 
τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
 
Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, 200

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme