Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 21

 
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
 
δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
 
κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
 
Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
 
νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, 85
 
ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
 
θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
 
κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
 
ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
 
κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, 90
 
μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
 
ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
 
οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
 
οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
 
καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα. 95
 
ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
 
νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
 
ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
 
ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
 
ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους. 100
 
τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
 
ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
 
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
 
ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
 
αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. 105
 
ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
 
οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
 
οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
 
οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
 
καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου; 110
 
ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
 
δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
 
καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
 
εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
 
οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ 115
 
λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
 
οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
 
ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
 
ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
 
πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme