Thesauros Literature Epic Ὀδύσσεια

Ὀδύσσεια

Ὀδύσσεια Homer

Book 20

 
πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
 
ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
 
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
 
μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
 
λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον 285
 
δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
 
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
 
Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
 
ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
 
μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. 290
 
ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
 
κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
 
μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
 
ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
 
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται. 295
 
ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
 
ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
 
δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
 
ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
 
κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς 300
 
ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
 
σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
 
Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
 
Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
 
οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. 305
 
ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
 
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
 
ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
 
φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
 
ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. 310
 
ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
 
μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
 
καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
 
ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
 
εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, 315
 
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
 
τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
 
ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
 
ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
 
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 320

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme